TLG 4236 001 :: TROPHONIUS :: Prolegomena in artem rhetoricam

TROPHONIUS Rhet. Soph.
(A.D. 6)

Prolegomena in artem rhetoricam

Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 1–14.

Citation: Page — (line)

1

(1t)

ΤΡΟΦΩΝΙΟΥ ΣΟΦΙΣΤΟΥ
2tΠΡΟΛΕΓΟΜΕΝΑ ΕΙΣ ΤΗΝ ΡΗΤΟΡΙΚΗΝ
3 Ἐπειδὴ τέσσαρές εἰσιν αἱ ἀνωτάτω ζητήσεις, φημὶ δὴ τὸ εἰ ἔστι, τὸ τί ἐστι, τὸ ὁποῖόν τί ἐστι καὶ τὸ διὰ τί
5ἐστιν, ἐξ ὧν αἱ μὲν δύο, ἥ τε τὸ τί ἐστι ζητοῦσα καὶ ἡ τὸ διὰ τί ἐστιν, ἐν πᾶσι ζητεῖσθαι εἰώθασι πλὴν τῶν ὁμολογουμένων ἀνυπάρκτων—ἐν ἐκείνοις μὲν γὰρ οὐδε‐ μία ζητεῖται—, αἱ δὲ λειπόμεναι ἕτεραι οὐκ ἐν πᾶσιν ἀλλ’ ἐν τισί, φέρε πρὸ τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῆς
10ῥητορικῆς, ἧς μέρος καὶ τὸ παρὸν βιβλίον, τὰς τοιαύτας ζητήσεις ζητήσωμεν καὶ εἰ μὴ πᾶσαι ἐμπίπτουσιν ἐν‐ ταῦθα ἀλλ’ ἔνιαι ἀκριβέστερον ἐξετάσωμεν. Ἀλλὰ πρὸ τούτων σκοπήσωμεν, τίνα μέν εἰσιν, ἐφ’ ὧν αἱ πᾶσαι
ζητοῦνται ζητήσεις, τίνα δέ, ἐφ’ ὧν οὐ πᾶσαι ἀλλ’ ἔνιαι.1

2

Ἐπειδὴ τοίνυν πᾶν εἰς ζήτησιν προβαλλόμενον ἢ τῶν ἀνυπάρκτων ἐστὶν ὡς τὰ ἐν ψιλῇ ἐπινοίᾳ ἢ τῶν νομιζο‐ μένων ἔχειν ὕπαρξιν ὡς οἱ ἀντίποδες, ἡ ἶρις καὶ τὰ ἐν τῷ ἀέρι σώματα, καὶ εἰ τούτων, ἢ τῶν ἀμφιβαλλομένην ἢ
5τῶν ἀναμφίβολον ταύτην ἐχόντων, ἐπὶ μὲν τῶν ὁμολογου‐ μένων ἀνυπάρκτων οὐδεμίαν ἀνάγκη γίνεσθαι ζήτησιν· ἐπὶ δὲ τῶν ὑπάρχειν νομιζομένων ἐπὶ μὲν τῶν ἀναμφι‐ βόλων, ὡς ἄνθρωπος, λίθος, ἅτινα φανερῶς ὑφεστήκασι, τὸ μὲν εἰ ἔστιν οὐ ζητεῖται ἅτε δὴ πᾶσι δήλης τῆς τού‐
10των οὔσης ὑπάρξεως, τὰ δὲ λοιπὰ ζητεῖται, εἰ μὴ τὸ τί ἐστι δι’ ὁρισμοῦ ἀλλὰ δι’ ὀνόματος μόνον ἀποδοθήσεται· εἰ γὰρ δι’ ὁρισμοῦ, συνεκλείπει καὶ τὸ ὁποῖόν τί ἐστι διὰ τὸ τοῖς ὅροις συναναφαίνεσθαι καὶ τὰς ἐν τῷ ὁποῖόν τί ἐστι λεγομένας διαφοράς· ἐπὶ δὲ τῶν ἀμφιβαλλομένην
15λαχόντων τὴν ὕπαρξιν καὶ τὸ εἰ ἔστι καὶ τὰ λοιπὰ ζητεῖ‐ ται, εἰ τὸ τί ἐστι κἀνταῦθα δι’ ὀνόματος καὶ μὴ δι’ ὁρι‐ σμοῦ ἀποδίδοται, πλὴν εἰ μὴ ἀτελὴς εἴη ὁ ὁρισμός· εἰ γὰρ ἀτελῆ ποιήσομαι τὸν ὁρισμὸν τοῦ ὑποκειμένου, οὐ δηλοῦται τὸ ὁποῖόν τί ἐστιν, οἷον ἐπὶ τοῦ θυμοῦ· ὁριζό‐
20μενος γὰρ τοῦτον ζέσιν εἶναι τοῦ περὶ καρδίαν αἵματος οὐκ ἐσήμανα τὸ ὁποῖόν τί ἐστι· πολλαὶ γάρ εἰσι ζέσεις τοῦ περὶ καρδίαν αἵματος. εἰ δὲ προσθεὶς τὸ τέλειον εἶδος τῷ ὁρισμῷ τοῦ θυμοῦ εἴπω ὅτι ζέσις ἐστὶ τοῦ περὶ
καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως, ἰδοὺ συναν‐2

3

εφάνη καὶ τὸ ὁποῖόν τί ἐστιν. Ἐπὶ τοίνυν τῆς ῥητορικῆς τὸ εἰ ἔστι ζητεῖσθαι οὐκ εὔλογον ἦν ἅτε δὴ ὁμολογου‐ μένην καὶ ἀναμφίβολον λαχούσης τὴν ὕπαρξιν. ἀλλ’ ἐπειδή τινες καὶ περὶ αὐτῆς ἀμφιβάλλουσιν, οἳ καὶ διὰ παραλο‐
5γισμῶν τινων ἀπαλλάξαι ταύτην καὶ ἀπαλεῖψαι τῶν ὄντων σπουδάζουσι, φέρε τοὺς ἐκείνων λόγους προθέντες τὰ ἐν αὐτοῖς σοφίσματα διελέγξωμεν. Τινὲς μὲν οὖν αὐτῶν τὴν ὕπαρξιν τῆς ῥητορικῆς ἀναι‐ ροῦντες ‘ἦν‘, φασίν, ‘ἡ ῥητορικὴ ὅτε οὐκ ἦν· εἰ δὲ οὐκ
10ἦν, οὐδὲ γέγονεν, ἐπεὶ οὐδὲν 〈τῶν ὄντων ἐκ〉 τῶν μὴ ὄντων ὅσα γε κατὰ ἀνθρώπους γίνεται· μόνου γὰρ θεοῦ ἡ τῶν ὄντων ἐκ τῶν μὴ ὄντων παραγωγή τε καὶ γέννη‐ σις.‘ καὶ ὁ μὲν τῶν ἐκβαλλόντων τοῦ εἶναι τὴν ῥητορικὴν λόγος τοιοῦτος· ἐξελεγκτέον δὲ ἤδη καὶ τὸ ἐνὸν αὐτῷ
15σόφισμα. τοῦ γὰρ ὄντος διπλοῦν τὸ σημαινόμενον ἔχοντος καὶ πῂ μὲν τὸ ἐνεργείᾳ, πῂ δὲ τὸ δυνάμει σημαίνοντος, εἰ μὲν ἐπὶ τοῦ ἐνεργείᾳ τις κἀνταῦθα τὸ ‘οὐκ ἦν‘ παρα‐ λήψεται καὶ παρὰ τοῦτο αὐτὴν τοῦ εἶναι ἐκβάλλει διὰ τὸ εἶναί τινα χρόνον, ὅτε οὔπω 〈ἐνεργείᾳ〉 ἦν ἡ ῥητορική,
20οὐ μόνον αὐτὴν τὴν ῥητορικὴν ἀλλὰ καὶ τὰς ἄλλας ἁπάσας ἀναιρήσει τέχνας καὶ ἐπιστήμας· πᾶσαι γὰρ κατὰ δύναμιν οὖσαι τὸ πρῶτον γεγόνασιν ὕστερον καὶ κατ’ ἐνέργειαν καὶ πᾶσαι ἐκ τῶν μὴ ὄντων γεγόνασιν. εἰ δὲ ἐπὶ τοῦ δυνάμει, ἐλεγχθήσεται ψευδόμενος ἐκ τοῦ εἰς ἐνέργειαν
25τὴν ῥητορικὴν προχωρῆσαι· εἰ γὰρ ἦν, ὅτε οὐκ ἦν ἡ ῥητο‐ ρικὴ δυνάμει, οὐκ ἄν ποτε εἰς ἐνέργειαν προεχώρησε· τὸ
γὰρ μὴ ὂν δυνάμει οὐδ’ ἂν εἰς ἐνέργειάν ποτε προχωρή‐3

4

σειεν· ὁρᾶται δὲ προχωρήσασα· εἰ γὰρ τῆς ῥητορικῆς ἔργα λέγεται εἶναι τὸ ἐπὶ μὲν τὰ καλὰ προτρέπειν, τῶν δὲ κακῶν ἀποτρέπειν, καὶ τὸ τῶν μὲν ἀδικούντων κατηγορεῖν, τῶν δὲ ἀδικουμένων ὑπεραπολογεῖσθαι, καὶ τὸ τοὺς μὲν
5φαύλους ψέγειν, τοὺς δὲ ἀγαθοὺς ἀξιοῦν ἐγκωμίων, ὁρῶμεν δὲ ταῦτα καὶ παρὰ τοῖς παλαιοῖς ὅτι μάλιστα καὶ παρ’ ἡμῖν δὲ οὐδὲν ἧττον τυγχάνοντα περισπούδαστα, εὔδηλον ὅτι καὶ ἡ ῥητορικὴ ἐνεργείᾳ ἐστὶ καὶ ὑφέστηκεν. ὥστε διττὸν τοῦ ὄντος τὸ σημαινόμενον ἔχοντος καὶ πῂ μὲν τὸ ἐνεργείᾳ,
10πῂ δὲ τὸ δυνάμει σημαίνοντος, εἰ μὲν ἐπὶ τοῦ δυνάμει τὸ ‘οὐκ ἦν‘ ἐνταῦθα τέθειται, ψεύδεται ὁ λόγος ὅς φησιν ‘ἦν ὅτε οὐκ ἦν ἡ ῥητορική‘, εἰ δὲ ἐπὶ τοῦ ἐνεργείᾳ, αὐτὸς μὲν ἀληθεύει, ψεύδεται δὲ τὸ ἐπαγόμενον τὸ ‘εἰ οὐκ ἦν, οὐδὲ γέγονεν‘· οὐ γάρ, εἰ πάντως ἦν, ὅτε οὔπω ἐνεργείᾳ ἦν ἡ
15ῥητορική, ἤδη καὶ τὸ γενέσθαι αὐτὴν ὅλως ἀδύνατον· πᾶσαι γὰρ αἱ τέχναι καὶ ἐπιστῆμαι καὶ τἆλλα δὴ τῶν ὄντων οὔπω ἐνεργείᾳ τὸ πρῶτον ὄντα γεγόνασιν ὕστερον. Οὕτω μὲν οὖν ὁ πρῶτος παραλογισμὸς προβαίνει καὶ ἡ τοῦ παραλογισμοῦ ἀνατροπὴ καὶ ὁ ἔλεγχος.
20 Ἔστι δὲ καὶ δεύτερός τις τοῦ πρώτου σαθρότερος. φασὶ γάρ τινες πάλιν ὅτι ‘εἰ ἔστι ῥητορική, ἢ περὶ τὰ ἰδικὰ καταγίνεται ἢ περὶ τὰ κοινά. καὶ εἰ μὲν περὶ τὰ ἰδικὰ καταγίνεται, οὐκέτι περὶ πολιτικά· ὁρῶμεν γὰρ τὴν πολιτείαν ἐκ διαφόρων συνεστηκυῖαν τεχνῶν καὶ ἐπιστη‐
25μῶν. εἰ δὲ περὶ τὰ κοινά, ἢ περὶ ἓν ἢ περὶ πάντα. καὶ εἰ μὲν περὶ ἕν, ψεῦδος· οὐκ ἔχει γάρ τις εἰπεῖν μίαν τινὰ τέχνην ἢ ἐπιστήμην, περὶ ἧς ὁ ῥήτωρ ἀεὶ διαλήψεται·
ἄλλως τε δὲ εἰ καὶ δώσομεν ἀληθὲς εἶναι τοῦτο καὶ περὶ4

5

ἓν αὐτὴν εἴπωμεν καταγίνεσθαι, καὶ οὕτως οὐ δεκτέον αὐτήν· τέχνης γὰρ οὐκ ἔστι τὸ περὶ ἓν καταγίνεσθαι. εἰ δὲ περὶ πάντα, ἢ ὡς ἀγνοοῦσα ἢ ὡς ἐπισταμένη. καὶ εἰ μὲν ὡς ἀγνοοῦσα, οὐ προσεκτέον αὐτῇ τὸ παρατυχὸν
5φληναφούσῃ καὶ περὶ ὧν ἀγνοεῖ διαλεγομένῃ. εἰ δὲ ὡς γινώσκουσα, τῷ περιττῷ καὶ τῷ ἀδυνάτῳ ἐκβληθήσεται, τῷ μὲν περιττῷ, ὅτι ἢ αὕτη περιττὴ ἢ αἱ ἄλλαι τέχναι· ἀλλὰ μὴν αἱ ἄλλαι οὐ περιτταί, δῆλον δὲ ἐξ ὧν ἐὰν ἐκεῖναι ἀναιρεθῶσιν, οὐ δυνήσεται αὕτη τὰς ἐκείνων μεθόδους
10ἡμᾶς διδάσκειν, ὥστε αὐτὴ μᾶλλόν ἐστι περιττή· τῷ δὲ ἀδυνάτῳ, ὅτι ἀδύνατόν ἐστιν αὐτὴν μίαν οὖσαν τὰς τῶν ἁπασῶν τεχνῶν καὶ ἐπιστημῶν εἰδέναι μεθόδους.‘ Οὕτω τούτων εἰπόντων ἀκολουθοῦντες οἱ ἀντικαθιστά‐ μενοι ἕκαστον σχεδὸν μέρος τῆς διαιρέσεως ἀποδεικνύου‐
15σιν ἄχρηστον. καὶ πρὸς μὲν τὸ ὅτι ἡ ῥητορικὴ ἢ περὶ τὰ ἰδικὰ καταγίνεται ἢ περὶ τὰ κοινὰ φασὶ μὴ καλῶς ἐνταῦθα τεθεῖσθαι τὸν διαζευκτικὸν σύνδεσμον ὡς τῆς ῥητορικῆς μὴ δυναμένης περὶ ἄμφω καταγίνεσθαι· ἰδοὺ γάρ, φασίν, εὑρίσκομεν τὸν Δημοσθένην ποτὲ μὲν περὶ ἰδικῶν δια‐
20λαμβάνοντα, ποτὲ δὲ περὶ κοινῶν, ποτὲ δὲ περὶ μικτῶν· καὶ περὶ κοινῶν μὲν ὡς ἐν τοῖς Φιλιππικοῖς, περὶ ἰδικῶν δὲ ὡς ἐν τοῖς ἐπιτροπικοῖς, περὶ μικτῶν δὲ ὡς ἐν τῷ Κατὰ Μειδίου· ἀμφισβητεῖται γὰρ ἐκεῖ, εἰ ἰδικὸν ἢ δημό‐ σιον ᾖ τὸ ἀδίκημα. δεύτερον ὅτι καὶ ἑκάτερον σκέλος
25κακῶς ἔχει, τὸ μὲν ‘εἰ [καὶ] περὶ τὰ ἰδικά, οὐκέτι περὶ πολιτικά‘, καθὸ τὸ καταγίνεσθαι περὶ τὰ ἰδικὰ οὐδὲν
ἕτερόν ἐστιν ἢ περὶ τὰ κοινά· τὰ γὰρ κοινὰ ἐκ τῶν ἰδικῶν5

6

συνίστανται· τὸ δὲ ‘καὶ εἰ περὶ τὰ κοινά, ἢ περὶ ἓν ἢ περὶ πάντα‘, καθὸ οὐκ ὀρθῶς ἀντιδιέσταλται τῷ ἑνὶ τὰ πάντα· ἀντιδιαστολὴ γάρ ἐστι τοῦ ἑνὸς οὐχὶ τὰ πάντα ἀλλὰ τὰ πολλά· ἄλλως τε δὲ οὐδὲ ἡ ῥητορικὴ περὶ ἓν ἢ περὶ πάντα
5καταγίνεται ἀλλὰ περὶ πολλά. Πρὸς δὲ τὸ ὅτι, εἰ περὶ πάντων διαλαμβάνει, ἢ ὡς εἰδυῖα ἢ ὡς ἀγνοοῦσα, καὶ εἰ ὡς 〈ἀγνοοῦσα, οὐδεὶς ἔσται αὐτῇ προσέχων, εἰ δὲ ὡσ〉 εἰδυῖα, τῷ περιττῷ καὶ 〈τῷ〉 ἀδυνάτῳ ἐκβληθήσεται, φασίν, ὅτι ἐπὶ πάσης τέχνης καὶ
10ἐπιστήμης δύο λόγοι εἰσίν, ὃ μὲν προτρεπτικός, ὃ δὲ μεθοδικός τε καὶ τεχνικός· τῷ μὲν οὖν προτρεπτικῷ, φασίν, ἐν ἁπάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις κέχρηται ἡ ῥητορικὴ προτρέπουσα ἀντέχεσθαι αὐτῶν, τῷ δὲ μεθοδι‐ κῷ οὐ χρῆται· καὶ οὕτως οὔτε περιττὴ φαίνεται ἡ ῥητορική,
15ἀλλὰ καὶ πάνυ ἀναγκαία πρὸς τὴν τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν σύστασιν, εἴ γε οὐκ ἂν ἄλλως ἐπιχειρήσῃ τις ταύταις, εἰ μὴ προτροπή τις εἴη καὶ συμβουλὴ πρὸς τὴν ἐγχείρησιν διεγείρουσα· ἀλλ’ οὐδὲ ἀδύνατόν ἐστι τὸ εἰς ἁπάσας τὰς τέχνας καὶ ἐπιστήμας τὸ οἰκεῖον αὐτὴν ἐκτεί‐
20νειν χρήσιμον. Ἀλλ’ οὕτω μὲν καὶ ὁ δεύτερος αὐτῶν ἀνατέτραπται λόγος. Ἐπειδὴ δὲ γενναῖον τὸ μὴ μόνον τὰ τῶν ἀντιπάλων ἀνατρέπειν καὶ ἐξελέγχειν, ἀλλὰ καὶ τὰ οἰκεῖα αὐτοῖς ἀντεπάγειν, διὰ πολλῶν τὴν τῆς ῥητορικῆς ὕπαρξιν παρ‐
25ιστᾶν πειρῶνται τῶν ἀποδείξεων. καὶ πρῶτον μέν φασιν,
ὅτι τῶν τεχνῶν διαφοραί εἰσι δύο· αἳ μὲν γὰρ αὐτῶν εἰσι6

7

λογικαί, αἳ δὲ πρακτικαί· καὶ πρακτικαὶ μὲν πολλαί, λογι‐ καὶ δὲ δύο, ἥ τε ῥητορικὴ καὶ ἡ διαλεκτική. ἀλλ’ αὕτη ἡ ἀπόδειξις οὐ τοσοῦτόν μοι δοκεῖ ἔχειν τὸ ἰσχυρόν· τὸ γὰρ ζητούμενον ὡς ὁμολογούμενον ἔλαβε· ζητουμένου γὰρ εἰ
5ἔστι ῥητορική, ὡς ἐφ’ ὡμολογημένων αὕτη προβαίνουσα ἔφη, ὅτι ἡ ῥητορικὴ λογική ἐστι τέχνη. Ἔπειτα καὶ τοῦτό φασιν ὅτι, εἰ πάντα τὰ κατὰ τὸν βίον καλὰ ἐνύπαρκτά εἰσιν, ἓν δέ τι τῶν καλῶν καὶ ἡ ῥητορικὴ τῷ συμβάλ‐ λεσθαι ἡμῖν κατὰ πάντα τὸν βίον, ἄρα καὶ ἐνύπαρκτός
10ἐστι· τὰ μὲν γὰρ καλὰ πάντῃ ἐνύπαρκτα, τὰ δὲ κακὰ πάντῃ ἀνύπαρκτα. Ἐπάγουσι τούτοις κἀκεῖνο, ὡς δύο ταῦτα περὶ ἡμᾶς, ὕλη καὶ τέχνη· καὶ τὴν μὲν ὕλην ἡ φύσις, τὴν δὲ τέχνην ὁ λόγος δίδωσιν. ὡς οὖν εἰσι λίθοι μὲν κατὰ φύσιν καὶ ξύλα, τέχναι δὲ περὶ ταῦτα ἥ τε
15λιθοξοϊκὴ καὶ τεκτονικὴ καὶ ὅσαι ἄλλαι τοιαῦται λόγῳ κοσμούμεναι— «ἐγὼ γάρ» φησιν «οὐ καλῶ τέχνην» ὁ Πλάτων, «ὃ ἂν ᾖ ἄλογον πρᾶγμα» —, οὕτω πάντα διεξελθὼν ὁ λόγος καὶ ἑαυτὸν ὥσπερ ὑπὸ τέχνην ἄγει. ὑπόκειται γοῦν, φασί, τῇ ῥητορικῇ ὁ μὲν λόγος καθάπερ ὕλη ὅ τε
20προφορικὸς καὶ ὁ ἐνδιάθετος, κοσμεῖ δὲ αὐτὸν ὁ τεχνικός. εἰ οὖν πᾶσα ὕλη κοσμουμένη λόγῳ κοσμεῖται καὶ διατάτ‐ τεται, ὁ δὲ λόγος τέχνῃ, καθὸ καὶ τὸν τοῦδε τοῦ παντὸς δημιουργὸν ἀριστοτέχνην φασὶ λόγῳ τὴν ὕλην κοσμήσαντα καὶ τάξαντα καὶ εἰδοποιήσαντα, πῶς οὐχὶ καὶ τὸν δίκην
25ὕλης τὸν λόγον αὐτὸν κοσμοῦντα λόγον τέχνην εἶναι νομίσομεν; Τούτοις ἅπασι κἀκεῖνο προσεπιφέρουσιν· ἦν, φασί, πάντως ἐξ ἀρχῆς τὸ εὖ λέγειν· εἰ γὰρ εἴποιμεν ὡς
οὐκ ἦν, σαφὴς δήπουθέν ἐστι τοῦτο πάντως κατηγορία τοῦ7

8

τὸν λόγον ἡμῖν χαρισαμένου θεοῦ, τὸ μὲν λέγειν δόντος, τὸ δὲ εὖ μὴ προσθέντος· εἰ δὲ ἦν λόγος, ἄρα περὶ τὸ λέγειν ἦν· ὁ δὲ λόγος τί ἄλλο ἢ τέχνη, χρόνῳ συγγυμναζόμενος καὶ θεωρήμασι πληθυνόμενος ἅμα καὶ ἐξασκούμενος;
5 Δείξαντες, ὅτι ἔστιν ἡ ῥητορική, ἔλθωμεν νῦν καὶ ἐπὶ τὸ τί ἐστιν. ἐπειδὴ δὲ τὸ τί ἐστιν ἢ δι’ ὀνόματος ἢ δι’ ὁρισμοῦ ἀποδίδοται—δι’ ὀνόματος μέν, ὡς ἵνα ἐρωτηθεὶς τί ἐστι ῥητορικὴ τὸ γενικὸν αὐτῆς εἴποιμι ὄνομα ‘τέχνη‘, δι’ ὁρισμοῦ δέ, ὡς ἵνα καὶ τὰς διαφορὰς προσθήσω εἰπὼν
10‘τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον‘ —, εἰ μὲν τὸ τί ἐστι δι’ ὀνόματος ἀποδοθήσεται, τότε καὶ τὸ ὁποῖόν τί ἐστι ζητηθήσεται, ὡς ἂν δι’ αὐτοῦ αἱ εἰδοποιοὶ ἀποδο‐ θήσωνται διαφοραί· εἰ δὲ δι’ ὁρισμοῦ, ὅπερ δὴ καὶ ποιήσο‐
15μεν, ὡς μᾶλλον τοῦ ὅρου τὰς τῶν πραγμάτων φύσεις ἀποδεικνύοντος, οὐκέτι ζητηθήσεται τὸ ὁποῖόν τί ἐστιν, ὡς καὶ τῶν διαφορῶν ἐν τῇ περὶ τοῦ τί ἐστι ζητήσει ἀποδοθεισῶν καὶ μηκέτι ὀφειλουσῶν ἀποδοθῆναι. ὅτι δὲ τὰ μὲν γενικὰ ὀνόματα ἐν τῷ τί ἐστι κατηγοροῦνται, αἱ δὲ
20διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστιν, ἐντελέστερον μὲν ἐν τοῖς Τοπικοῖς Ἀριστοτέλους καὶ πρὸ τούτων δὲ ἐν τῇ τῶν Πέντε φωνῶν πραγματείᾳ μανθάνομεν. Ἀλλ’ ἐπειδὴ ὁρισμὸν ἀποδοῦναι βουλόμεθα τῆς ῥητορι‐ κῆς, ζητητέον πρὸ τούτου, τί ἐστιν ὁρισμὸς καὶ πόθεν
25παρωνόμασται. ὡρίσαντο μὲν οὖν τὸν ὁρισμὸν διάφοροι, μεθ’ ὧν καὶ Πλάτων αὐτὸς καὶ Ἀριστοτέλης. ἀλλ’ ἡμεῖς τοὺς τῶν ἄλλων παρέντες τοὺς ἐκείνων ἐνταῦθα παρα‐
ληψόμεθα. ὁρίζεται μὲν οὖν αὐτὸν ὁ Πλάτων οὕτως ‘ὁρισμός8

9

ἐστι λόγος σύντομος, δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκει‐ μένου πράγματοσ‘. καὶ λόγον μὲν αὐτὸν εἰπὼν διαστέλλει ἀπὸ τῶν ὀνομάτων· τὸ γὰρ ὄνομα μία τις λέξις ἐστὶν οἷον Πέτρος, ὁ δὲ λόγος ἐκ διαφόρων λέξεων σύγκειται οἷον
5‘Πέτρος ὀρθῶς γράφει‘. σύντομον δὲ αὐτὸν εἰπὼν διαστέλ‐ λει αὐτὸν ἀπὸ τῶν μακρῶν λόγων τῶν τε Δημοσθενικῶν, οἷον τοῦ Περὶ παραπρεσβείας, τοῦ Περὶ τοῦ στεφάνου, καὶ τῶν λοιπῶν. δηλωτικὸν δὲ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος εἶπε τὸν ὅρον, διιστῶν αὐτὸν τῶν τε ἀποφθε‐
10γμάτων, οἷόν ἐστι τὸ ‘μηδὲν ἄγαν‘ καὶ τὸ ‘ἐγγύα, πάρα δ’ ἄτα‘, ἃ λόγοι μέν εἰσι σύντομοι καὶ αὐτοί, οὐ μὴν δηλω‐ τικοὶ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, καὶ τῶν ὑπογραφῶν, αἵτινες οὐ τὴν οὐσίαν δηλοῦσι τοῦ πράγματος ἀλλὰ τὰ αὐτῷ παρεπόμενα. ἀλλ’ ὁ μὲν παρὰ τοῦ Πλάτωνος
15ἀποδοθεὶς τῷ ὁρισμῷ λόγος τοιοῦτος. Ὁ μέντοι Ἀριστοτέλης οὕτως αὐτὸν ἐν τοῖς Τοπικοῖς ὁρί‐ ζεται «ὁρισμός ἐστι λόγος ὁ τὸ τί ἦν εἶναι σημαίνων», τουτέστι λόγος ὁ δηλῶν, τί ἐστι τὸ εἶναι καὶ ἡ οὐσία τοῦ πράγματος· τὸ γὰρ ἦν ἀντὶ τοῦ ἔστι τέθειται, συνήθους τῆς
20τοιαύτης χρήσεως οὔσης· ὁ γὰρ λέγων ‘τοῦτο ἦν‘ ἴσον λέγει τῷ ‘τοῦτο ἔστι‘ καὶ ὁ λέγων ‘τίς ἦν ὁ κόπτων τὴν θύραν;‘ ταὐτὸν λέγει τῷ ‘τίς ἐστιν ὁ κόπτων τὴν θύραν;‘· ὥσπερ καὶ ὁ Πορφύριος ἐν τῇ τῶν Πέντε φωνῶν πραγματείᾳ ἐν τῷ περὶ τοῦ γένους λόγῳ λέγων τὸ «ἦν δὲ ἀνθρώπου γένος
25τὸ ζῷον» ταὐτὸν λέγει τῷ ‘ἔστι δὲ ἀνθρώπου γένος τὸ ζῷον‘. Ἔστι δὲ ὁ τοῦ Ἀριστοτέλους ὁρισμὸς ὅμοιος σχε‐
δὸν τῷ τοῦ Πλάτωνος, πλὴν ὅσον ἔχει ἐκεῖνος τὸ ‘σύντο‐9

10

μοσ‘· ἐπεὶ κατὰ τὰ ἄλλα ὁμοίως ἔχουσιν· ἀμφότεροι γὰρ λόγον τὸν ὁρισμὸν λέγουσι καὶ δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος· τὸ γὰρ «ὁ τὸ τί ἦν εἶναι σημαίνων» οὐδὲν ἕτερον δηλοῖ ἢ τὸ ‘ὁ δηλῶν τὴν φύσιν τοῦ πράγ‐
5ματοσ‘. Ἀλλ’ ἴσως ἄν τις εἴποι ‘καὶ τίνος χάριν ὁ Ἀριστο‐ τέλης οὐ προσέθηκε τὸ σύντομος καὶ αὐτός, ὥστε εἶναι τὸν ὁρισμὸν τοιοῦτον· λόγος σύντομος ὁ τὸ τί ἦν εἶναι ση‐ μαίνων;‘ καί φαμεν, ὅτι ἤρκει καὶ οὐ πᾶσα ἀνάγκη πολλὰς διαφορὰς ἐν τοῖς ὁρισμοῖς παραλαμβάνεσθαι· ἀρκεῖ γὰρ τῷ
10γένει καὶ μίαν διαφορὰν τὴν εἰδικὴν προσλαβόντας ὅρον ποιῆσαι, ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁριζόμενος εἴποι αὐ‐ τὸν ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦτο δ’ ἄν τις ποιήσαιτο τοῦ τε συντόμου καὶ τοῦ ἀκριβοῦς ἅμα φροντί‐ ζων· οἱ γὰρ ὁρισμοὶ σύντομοι πάντως ὀφείλουσιν εἶναι.
15ὁ γοῦν Ἀριστοτέλης καὶ αὐτὸς τῷ λόγος, ὃ ἀντὶ γένους τέθεικε, τὴν εἰδικὴν συμπαραπλέξας μόνην διαφορὰν ἀκριβῆ τὸν ὅρον ἐποίησε· καὶ ὅπερ ὁ Πλάτων διὰ λόγων ἐσήμανε σύντομον τὸν ὅρον ἀποφηνάμενος, τοῦτο Ἀριστο‐ τέλης δι’ αὐτῶν τῶν πραγμάτων ὑπέδειξε, σύντομον τὸν
20τοῦ ὁρισμοῦ ὁρισμὸν ἐργασάμενος. Ἀλλ’ ἐπειδὴ τὸν τοῦ ὁρισμοῦ ὁρισμὸν προεθέμεθα, φέρε καὶ πόθεν ὁρισμὸς παρωνόμασται εἴπωμεν. τινὲς μὲν οὖν ἀπὸ μεταφορᾶς τῶν ὁροθεσίων αὐτὸν εἶπον ὁρισμὸν εἰρῆσθαι διὰ τό, ὥσπερ τὰ ὁροθέσια τὰ οἰκεῖα ἀποχωρίζει τῶν ἀλλο‐
25τρίων, οὕτω καὶ τὸν ὁρισμὸν ἀποχωρίζειν τὸ ὁριστὸν ἐκ
τῶν ἄλλων. ἕτεροι δὲ πάλιν εἶπον, ὅτι, ὥσπερ ἀπὸ τοῦ10

11

σπείρω γίνεται σπόρος, οὕτω καὶ ἀπὸ τοῦ εἴρω, ὃ σημαίνει τὸ συμπλέκω καὶ συνάπτω, γίνεται ὅρος· καὶ γὰρ ὁ ὅρος συνείρει καὶ συνάπτει τῷ ὁριστῷ τὰ ἴδια αὐτοῦ. ὁ μέντοι Ἡρωδιανὸς ἀπὸ τοῦ ὁρῶ τὸ βλέπω φησὶν αὐτὸν παρεσχη‐
5ματίσθαι· καὶ γάρ φησιν «ὁ ὅρος εὐσύνοπτα καὶ εὐόρατα ποιεῖ ἡμῖν τὰ ὁριζόμενα». Φέρονται δὲ ὁρισμοὶ τῆς ῥητορικῆς οὐχ εἷς ἀλλὰ πλείο‐ νες· ἀλλ’ ὅ γε κυρίως ὁρισμὸς τῆς ῥητορικῆς οὗτός ἐστι ‘ῥητορική ἐστι τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολι‐
10τικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχό‐ μενον‘. ἀλλ’ ἐπειδὴ πᾶς ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, ἴδωμεν, ποία μὲν λέξις ἀντὶ γένους παρείληπται, ποῖαι δὲ ἀντὶ συστατικῶν διαφορῶν σύγκειν‐ ται. Ἀλλὰ πρὸ τούτου ζητητέον, πῶς εἴρηται πάντα ὁρισ‐
15μὸν ἐκ γένους καὶ συστατικῶν διαφορῶν συγκεῖσθαι, ὅπου καὶ ἐξ ὑποκειμένου καὶ τέλους εἰσί τινες καὶ ἐξ ὕλης καὶ εἴδους καὶ ἄλλων τινῶν. καί φαμεν, ὅτι καὶ αὐτοὶ δυνάμει ἐκ γένους καὶ διαφορῶν εἰσι· τὰ γὰρ ὑποκείμενα τῇ ναυπηγικῇ ξύλα γένος αὐτῆς εἰσιν· οὐ μόνον γὰρ αὐτῇ
20ὑπόκεινται ἀλλὰ καὶ τῇ τεκτονικῇ καὶ δρυτομικῇ. καὶ ἡ
ὕλη δὲ κατὰ τοῦτον τὸν λόγον γένους τάξιν ἔχει. τὸ δὲ11

12

τέλος καὶ τὸ εἶδος τὸν τῶν διαφορῶν ἀποσῴζουσι λόγον. ἴδωμεν οὖν λοιπὸν καὶ τῶν ἐν τῷ προτεθέντι τῆς ῥητορικῆς ὁρισμῷ λέξεων ποία ἀντὶ γένους κεῖται, ποῖαι δὲ ἀντὶ τῶν διαφορῶν. κεῖται τοίνυν τὸ μὲν ‘τέχνη‘ ὄνομα ἀντὶ γένους·
5εἰ γὰρ γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, ὡς ὁ Ἀριστοτέλης πρῶτος ἐν τοῖς Τοπικοῖς καὶ ἀπ’ ἐκείνου ὁ Πορφύριος ὁ Φοῖνιξ ἔν τε ἄλλοις καὶ ἐν τῇ Εἰσαγωγῇ ἐδίδαξαν, εὔδηλον, ὅτι καὶ τὸ ‘τέχνη‘ ὄνομα ἀντὶ γένους ἐστίν, εἴ γε γραμ‐
10ματικῆς καὶ ῥητορικῆς καὶ τεκτονικῆς καὶ ἰατρικῆς καὶ ἄλλων πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται ἐν τῷ διὰ τοῦ τί ἐστι προφέρεσθαι τὴν ἐρώτησιν. καὶ αὕτη μὲν ἀντὶ γένους ὡς ἔφαμεν ἡ λέξις παρείληπται· αἱ δὲ λοιπαὶ ἀντὶ διαφορῶν, χωρίζουσαι τὸ ὁριστὸν ἀπὸ τῶν
15ἄλλων τεχνῶν καὶ περιορίζουσαι τὴν αὐτοῦ ἰδιότητα. παρείληπται τοίνυν τὸ μὲν ‘περὶ λόγου δύναμιν‘ πρὸς τὸ χωρισθῆναι τὴν ῥητορικὴν ἀπό τε τῆς τεκτονικῆς καὶ τῶν ἄλλων πρακτικῶν τεχνῶν, ἔτι δὲ καὶ πρὸς τὸ δηλωθῆναι, ὅτι ἡ ῥητορικὴ πρᾶγμά ἐστιν ἔμμεσον καὶ ᾧ ἔξεστί τινι
20καὶ καλῶς καὶ κακῶς χρήσασθαι· τοιοῦτον γὰρ ἡ δύναμις. διά τοι τοῦτο καὶ ὁ πλοῦτος καὶ ἡ ἰσχὺς καὶ ἡ μάχαιρα δυνάμεις λέγονται· ἔξεστι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρήσασθαι. ἡ δὲ ῥητορικὴ δύναμίς ἐστιν, ἐπειδὴ κέχρηται καὶ τῷ ψεύδει καὶ τῇ ἀληθείᾳ καὶ καταγίνεται περὶ τὰ
25πιθανά, τουτέστι περὶ τὰ πείθοντα καὶ μὴ πείθοντα. ἐπεὶ
οὖν καὶ ἡ γραμματική, ἔτι δὲ καὶ ἡ διαλεκτικὴ τοιαῦται—12

13

τέχναι γὰρ λογικαὶ καὶ αὐταί—, προσετέθη τὸ ‘ἐν πράγ‐ ματι πολιτικῷ‘· ἡ γὰρ γραμματικὴ οὐ περὶ τὰ πολιτικὰ ἀλλὰ περὶ πνεύματα καὶ τόνους καὶ στιγμὰς καὶ τοιαῦτα καταγίνεται· ὁμοίως δὲ καὶ ἡ διαλεκτική, εἰ καὶ περὶ
5πάντων τῶν προτεθέντων ἐπιχειρεῖ, οἷον περὶ μουσικῶν, περὶ γεωμετρικῶν, ἔτι γε μὴν περὶ ἰατρικῶν, φυσικῶν τε καὶ ἠθικῶν καὶ λογικῶν, ὅμως ὁ διαλεκτικὸς μὲν περὶ πᾶσαν ὕλην ὁμοίως τῇ δυνάμει χρῆται, ὁ δὲ ῥητορικός, εἰ καὶ αὐτὸς περὶ τῶν προτεθέντων λέγει, εἴτε ἰατρικά
10εἰσιν εἴτε φιλόσοφα εἴτε μουσικά, ὅμως ὡς ἐπὶ τὸ πλεῖστον περὶ τῶν πολιτικῶν διαλαμβάνει. τὸ δὲ ‘πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον‘ ἐκ τοῦ τέλους παρείληπται· τοῦτο γάρ ἐστι τέλος τῆς ῥητορικῆς τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον.
15 Ἀλλ’ ἐπειδὴ τὴν μὲν περὶ τοῦ εἰ ἔστι ῥητορικὴ ζήτησιν ἐξετάζοντες οὖσαν τὴν ῥητορικὴν ἀπεδείξαμεν καὶ τὴν περὶ τοῦ τί ἐστι πάλιν ζητοῦντες τὸν αὐτῆς ὅρον ἀποδεδώκαμεν, ὡς παρὰ τοῦτο καὶ τὸ ὁποῖόν τί ἐστι ῥητορικὴ ἀποδεδεῖ‐ χθαι, ἰτέον λοιπὸν καὶ ἐπὶ τὸ δʹ τῶν ζητουμένων, ὅπερ δὴ
20καὶ μόνον ἀνεξέταστον ὑπολέλειπται, ἔστι δὲ τοῦτο τὸ διὰ τί ἐστι. Ζητητέον τοίνυν, διὰ τί ἐστι ῥητορική. φαμὲν δή, ὅτι δι’ ἐκεῖνά ἐστιν ἡ ῥητορικὴ διὰ τὰ ὄντως θεῖα καὶ θαυμαστά, δι’ ὧν τὸν θεὸν αὐτὸν μιμεῖσθαι πεπλουτήκα‐
μεν, φημὶ δὴ διὰ τὸ τῶν μὲν καλῶν προτρέπειν ἀντέχε‐13

14

σθαι, τῶν δὲ κακῶν ἀπέχεσθαι, ἔτι διὰ τὸ τοὺς μὲν φαύ‐ λους τιμωρεῖν, τοὺς δὲ ἀγαθοὺς στεφανοῦν, πρὸς ἐπὶ τούτοις καὶ διὰ τὸ τοὺς μὲν πονηροὺς ψόγων ἀξιοῦν, τοὺς
δὲ χρηστοὺς ἐγκωμίων.14